Concilium Ephesenum
431 AD
II. Epist. s. Cyril. ad Nestor.
Ελληνικά   | English   |    
Τῶι εὐλαβεστάτωι καὶ θεοφιλεστάτωι συλλειτουργῶι Νεστορίωι Κύριλλος ἐν κυρίωι χαίρειν.
Καταφλυαροῦσι μέν, ὡς μανθάνω, τινὲς τῆς ἐμῆς ὑπολήψεως ἐπὶ τῆς σῆς θεοσεβείας, καὶ τοῦτο συχνῶς, τὰς τῶν ἐν τέλει συνόδους καιροφυλακοῦντες μάλιστα, καὶ τάχα που καὶ τέρπειν οἰόμενοι τὴν σὴν ἀκοὴν καὶ ἀβουλήτους πέμπουσι φωνάς, ἠδικημένοι μὲν οὐδέν, ἐλεγχθέντες δέ, καὶ τοῦτο χρηστῶς, ὃ μὲν ὅτι τυφλοὺς ἠδίκει καὶ πένητας, ὃ δὲ ὡς μητρὶ ξίφος ἐπανατείνας, ὃ δὲ θεραπαίνηι συγκεκλοφὼς χρυσίον ἀλλότριον καὶ τοιαύτην ἐσχηκὼς ἀεὶ τὴν ὑπόληψιν, ἣν οὐκ ἂν εὔξαιτό τις συμβῆναι τισὶν καὶ τῶν λίαν ἐχθρῶν. πλὴν οὐ πολὺς τῶν τοιούτων ὁ λόγος ἐμοί, ἵνα μήτε ὑπὲρ τὸν δεσπότην καὶ διδάσκαλον μήτε μὴν ὑπὲρ τοὺς πατέρας τὸ τῆς ἐνούσης ἐμοὶ βραχύτητος ἐκτείνοιμι μέτρον. οὐ γὰρ ἐνδέχεται τὰς τῶν φαύλων διαδρᾶναι σκαιότητας, ὡς ἂν ἕλοιτό τις διαβιοῦν. ἀλλ' ἐκεῖνοι μὲν ἀρᾶς καὶ πικρίας μεστὸν ἔχοντες τὸ στόμα τῶι πάντων ἀπολογήσονται κριτῆι· τετράψομαι δὲ πάλιν ἐγὼ πρὸς τὸ ὅτι μάλιστα πρέπον ἐμαυτῶι καὶ ὑπομνήσω καὶ νῦν ὡς ἀδελφὸν ἐν Χριστῶι τῆς διδασκαλίας τὸν λόγον καὶ τὸ ἐπὶ τῆι πίστει φρόνημα μετὰ πάσης ἀσφαλείας ποιεῖσθαι πρὸς τοὺς λαοὺς ἐννοεῖν τε ὅτι τὸ σκανδαλίσαι καὶ μόνον ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς Χριστὸν ἀφόρητον ἔχει τὴν ἀγανάκτησιν. εἰ δὲ δὴ πληθὺς εἴη τοσαύτη τῶν λελυπημένων, πῶς οὐχ ἁπάσης εὐτεχνίας ἐν χρείαι καθεστήκαμεν πρός γε τὸ δεῖν ἐμφρόνως περιελεῖν τὰ σκάνδαλα καὶ τὸν ὑγιᾶ τῆς πίστεως κατευρῦναι λόγον τοῖς ζητοῦσι τὸ ἀληθές; ἔσται δὲ τοῦτο καὶ μάλα ὀρθῶς, εἰ τοῖς τῶν ἁγίων πατέρων περιτυγχάνοντες λόγοις περὶ πολλοῦ τε αὐτοὺς ποιεῖσθαι σπουδάζοιμεν καὶ δοκιμάζοντες ἑαυτοὺς εἰ ἐσμὲν ἐν τῆι πίστει κατὰ τὸ γεγραμμένον, ταῖς ἐκείνων ὀρθαῖς καὶ ἀνεπιλήπτοις δόξαις τὰς ἐν ἡμῖν ἐννοίας εὖ μάλα συμπλάττοιμεν. Ἔφη τοίνυν ἡ ἁγία καὶ μεγάλη σύνοδος
  • αὐτὸν τὸν ἐκ θεοῦ πατρὸς κατὰ φύσιν γεννηθέντα υἱὸν μονογενῆ, τὸν ἐκ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν δι' οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ, κατελθεῖν σαρκωθῆναι ἐνανθρωπῆσαι
  • παθεῖν ἀναστῆναι τῆι τρίτηι ἡμέραι καὶ ἀ νελθεῖν εἰς οὐρανούς.
τούτοις καὶ ἡμᾶς ἕπεσθαι δεῖ καὶ τοῖς λόγοις καὶ τοῖς δόγμασιν, ἐννοοῦντας τί τὸ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι δηλοῖ τὸν ἐκ θεοῦ λόγον. οὐ γὰρ φαμὲν ὅτι ἡ τοῦ λόγου φύσις μεταποιηθεῖσα γέγονε σάρξ, ἀλλ' οὐδὲ ὅτι εἰς ὅλον ἄνθρωπον μετεβλήθη τὸν ἐκ ψυχῆς καὶ σώματος, ἐκεῖνο δὲ μᾶλλον ὅτι σάρκα ἐψυχωμένην ψυχῆι λογικῆι ἑνώσας ὁ λόγος ἑαυτῶι καθ' ὑπόστασιν ἀφράστως τε καὶ ἀπερινοήτως γέγονεν ἄνθρωπος καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου, οὐ κατὰ θέλησιν μόνην 1,1,1.27 ἢ εὐδοκίαν, ἀλλ' οὐδὲ ὡς ἐν προσλήψει προσώπου μόνου, καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν Χριστὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνηιρημένης διὰ τὴν ἕνωσιν, ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα κύριον καὶ Χριστὸν καὶ υἱὸν θεότητός τε καὶ ἀνθρωπότητος διὰ τῆς ἀφράστου καὶ ἀπορρήτου πρὸς ἑνότητα συνδρομῆς. οὕτω τε λέγεται, καίτοι πρὸ αἰώνων ἔχων τὴν ὕπαρξιν καὶ γεννηθεὶς ἐκ πατρός, γεννηθῆναι καὶ κατὰ σάρκα ἐκ γυναικός, οὐχ ὡς τῆς θείας αὐτοῦ φύσεως ἀρχὴν τοῦ εἶναι λαβούσης ἐν τῆι ἁγίαι παρθένωι οὔτε μὴν δεηθείσης ἀναγκαίως δι' ἑαυτὴν δευτέρας γεννήσεως μετὰ τὴν ἐκ πατρός (ἔστιν γὰρ εἰκαῖόν τε ὁμοῦ καὶ ἀμαθὲς τὸν ὑπάρχοντα πρὸ παντὸς αἰῶνος καὶ συναίδιον τῶι πατρὶ δεῖσθαι λέγειν ἀρχῆς τῆς εἰς τὸ εἶναι δευτέρας), ἐπειδὴ δὲ δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἑνώσας ἑαυτῶι καθ' ὑπόστασιν τὸ ἀνθρώπινον προῆλθεν ἐκ γυναικός, ταύτηι τοι λέγεται γεννηθῆναι σαρκικῶς. οὐ γὰρ πρῶτον ἄνθρωπος ἐγεννήθη κοινὸς ἐκ τῆς ἁγίας παρθένου, εἶθ' οὕτως καταπεφοίτηκεν ἐπ' αὐτὸν ὁ λόγος, ἀλλ' ἐξ αὐτῆς μήτρας ἑνωθεὶς ὑπομεῖναι λέγεται γέννησιν σαρκικήν, ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος. οὕτω φαμὲν αὐτὸν καὶ παθεῖν καὶ ἀναστῆναι, οὐχ ὡς τοῦ θεοῦ λόγου παθόντος εἰς ἰδίαν φύσιν ἢ πληγὰς ἢ διατρήσεις ἥλων ἢ γοῦν τὰ ἕτερα τῶν τραυμάτων žἀπαθὲς γὰρ τὸ θεῖον, ὅτι καὶ ἀσώματονŸ, ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέπονθεν ταῦτα, πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν· ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῶι πάσχοντι σώματι. κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ἐπὶ τοῦ τεθνάναι νοοῦμεν. ἀθάνατος μὲν γὰρ κατὰ φύσιν καὶ ἄφθαρτος καὶ ζωὴ καὶ ζωοποιός ἐστιν ὁ τοῦ θεοῦ λόγος· ἐπειδὴ δὲ πάλιν τὸ ἴδιον αὐτοῦ σῶμα χάριτι θεοῦ, καθά φησιν ὁ Παῦλος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον, οὐχ ὡς εἰς πεῖραν ἐλθὼν τοῦ θανάτου τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν žἀποπληξία γὰρ τοῦτο λέγειν ἢ φρονεῖνŸ, ἀλλ' ὅτι, καθάπερ ἔφην ἀρτίως, ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θανάτου. 1,1,1.28 οὕτω καὶ ἐγηγερμένης αὐτοῦ τῆς σαρκός, πάλιν ἡ ἀνάστασις αὐτοῦ λέγεται, οὐχ ὡς πεσόντος εἰς φθοράν, μὴ γένοιτο, ἀλλ' ὅτι τὸ αὐτοῦ πάλιν ἐγήγερται σῶμα. Οὕτω Χριστὸν ἕνα καὶ κύριον ὁμολογήσομεν, οὐχ ὡς ἄνθρωπον συμπροσκυνοῦντες τῶι λόγωι, ἵνα μὴ τομῆς φαντασία παρεισκρίνηται διὰ τοῦ λέγειν τὸ ˉσˉυˉν, ἀλλ' ὡς ἕνα καὶ τὸν αὐτὸν προσκυνοῦντες, ὅτι μὴ ἀλλότριον τοῦ λόγου τὸ σῶμα αὐτοῦ, μεθ' οὗ καὶ αὐτῶι συνεδρεύει τῶι πατρί, οὐχ ὡς δύο πάλιν συνεδρευόντων υἱῶν, ἀλλ' ὡς ἑνὸς καθ' ἕνωσιν μετὰ τῆς ἰδίας σαρκός. ἐὰν δὲ τὴν καθ' ὑπόστασιν ἕνωσιν ἢ ὡς ἀνέφικτον ἢ ὡς ἀκαλλῆ παραιτώμεθα, ἐμπίπτομεν εἰς τὸ δύο λέγειν υἱούς· ἀνάγκη γὰρ πᾶσα διορίσαι καὶ εἰπεῖν τὸν μὲν ἄνθρωπον ἰδικῶς τῆι τοῦ υἱοῦ κλήσει τετιμημένον, ἰδικῶς δὲ πάλιν τὸν ἐκ θεοῦ λόγον υἱότητος ὄνομά τε καὶ χρῆμα ἔχοντα φυσικῶς. οὐ διαιρετέον τοιγαροῦν εἰς υἱοὺς δύο τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν. ὀνήσει δὲ κατ' οὐδένα τρόπον τὸν ὀρθὸν τῆς πίστεως λόγον εἰς τὸ οὕτως ἔχειν, κἂν εἰ προσώπων ἕνωσιν ἐπιφημίζωσι τινές. οὐ γὰρ εἴρηκεν ἡ γραφὴ ὅτι ὁ λόγος ἀνθρώπου πρόσωπον ἥνωσεν ἑαυτῶι, ἀλλ' ὅτι γέγονε σάρξ. τὸ δὲ σάρκα γενέσθαι τὸν λόγον οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ὅτι παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς ἴδιόν τε σῶμα τὸ ἡμῶν ἐποιήσατο καὶ προῆλθεν ἄνθρωπος ἐκ γυναικός, οὐκ ἀποβεβληκὼς τὸ εἶναι θεὸς καὶ τὸ ἐκ θεοῦ γεννηθῆναι πατρός, ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς μεμενηκὼς ὅπερ ἦν. τοῦτο πρεσβεύει πανταχοῦ τῆς ἀκριβοῦς πίστεως ὁ λόγος· οὕτως εὑρήσομεν τοὺς ἁγίους πεφρονηκότας πατέρας· οὕτως τεθαρσήκασι θεοτόκον εἰπεῖν τὴν ἁγίαν παρθένον, οὐχ ὡς τῆς τοῦ λόγου φύσεως ἤτοι τῆς θεότητος αὐτοῦ τὴν ἀρχὴν τοῦ εἶναι λαβούσης ἐκ τῆς ἁγίας παρθένου, ἀλλ' ὡς γεννηθέντος ἐξ αὐτῆς τοῦ ἁγίου σώματος ψυχωθέντος λογικῶς, ὧι καὶ καθ' ὑπόστασιν ἑνωθεὶς ὁ λόγος γεγεννῆσθαι λέγεται κατὰ σάρκα. ταῦτα καὶ νῦν ἐξ ἀγάπης τῆς ἐν Χριστῶι γράφω, παρακαλῶν ὡς ἀδελφὸν καὶ διαμαρτυρόμενος ἐνώπιον τοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ταῦτα μεθ' ἡμῶν καὶ φρονεῖν καὶ διδάσκειν, ἵνα σώιζηται τῶν ἐκκλησιῶν ἡ εἰρήνη καὶ τῆς ὁμονοίας καὶ ἀγάπης ὁ σύνδεσμος ἀρραγὴς διαμένοι τοῖς ἱερεῦσι τοῦ θεοῦ.

Dysinger