Concilium Ephesenum
431 AD
FORMULA
Ελληνικά   | English   | Slovenky   |    
Γράμματα περὶ τῆς εἰρήνης
Περὶ δὲ τῆς θεοτόκου παρθένου ὅπως καὶ φρονοῦμεν καὶ λέγομεν͵τοῦ τε τρόπου τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἀναγκαίως͵ οὐκ ἐν προσθήκης μέρει͵ ἀλλ΄ ἐν πληροφορίας εἴδει͵ ὡς ἄνωθεν ἔκ τε τῶν θείων γραφῶν ἔκ τε τῆς παραδόσεως τῶν ἁγίων πατέρων παρειληφότες ἐσχήκαμεν͵ διὰ βραχέων ἐροῦμεν͵ οὐδὲν τὸ σύνολον προστιθέντες τῆι τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίαι ἐκτεθείσηι πίστει. ὡς γὰρ ἔφθημεν εἰρηκότες͵ πρὸς πᾶσαν ἐξαρκεῖ καὶ εὐσεβείας γνῶσιν καὶ πάσης αἱρετικῆς κακοδοξίας ἀποκήρυξιν. ἐροῦμεν δὲ οὐ κατατολμῶντες τῶν ἀνεφίκτων͵ ἀλλὰ τῆι ὁμολογίαι τῆς οἰκείας ἀσθενείας ἀποκλείοντες τοῖς ἐπιφύεσθαι βουλομένοις ἐν οἷς τὰ ὑπὲρ ἄνθρωπον διασκεπτόμεθα.

Ὁμολογοῦμεν τοιγαροῦν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ͵ θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος͵ πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα͵ ἐπ΄ ἐσχάτου δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι΄ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα͵ ὁμοούσιον τῶι πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. δύο γὰρ φύσεων ἕνωσις γέγονεν· δι΄ ὃ ἕνα Χριστόν͵ ἕνα υἱόν͵ ἕνα κύριον ὁμολογοῦμεν. κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῶι τὸν ἐξ αὐτῆς ληφθέντα ναόν.

τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ΄ ἑνὸς προσώπου͵ τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ͵ τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ παραδιδόντας.

Dysinger
orthodox-wiki:canon
DCO (la)
DS