Concilium Ephesenum
431 AD
III. Epist. s. Cyril. ad Nestor.
Ελληνικά   | English   |    

Επόμενοι δὲ πανταχῆι ταῖς τῶν ἁγίων πατέρων ὁμολογίαις αἷς πεποίηνται λαλοῦντος ἐν αὐτοῖς τοῦ ἁγίου πνεύματος καὶ τῶν ἐν αὐτοῖς ἐννοιῶν ἰχνηλατοῦντες τὸν σκοπὸν καὶ βασιλικὴν ὥσπερ ἐρχόμενοι τρίβον φαμὲν ὅτι αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ λόγος ὁ ἐξ αὐτῆς γεννηθεὶς τῆς οὐσίας τοῦ πατρός, ὁ ἐκ θεοῦ ἀληθινοῦ θεὸς ἀληθινός, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, ὁ δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐν τῆι γῆι, τῆς ἡμετέρας ἕνεκα σωτηρίας κατελθὼν καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν ἐσαρκώθη τε καὶ ἐνηνθρώπησε, τουτέστι
  • σάρκα λαβὼν ἐκ τῆς ἁγίας παρθένου καὶ ἰδίαν αὐτὴν ποιησάμενος ἐκ μήτρας τὴν καθ' ἡμᾶς ὑπέμεινε γέννησιν καὶ προῆλθεν ἄνθρωπος ἐκ γυναικός,
  • οὐχ ὅπερ ἦν, ἀποβεβληκώς, ἀλλ' εἰ καὶ γέγονεν ἐν προσλήψει σαρκὸς καὶ αἵματος, καὶ οὕτω μεμενηκὼς ὅπερ ἦν, θεὸς δηλονότι φύσει τε καὶ ἀληθείαι.
  • οὔτε δὲ τὴν σάρκα φαμὲν εἰς θεότητος τραπῆναι φύσιν οὔτε μὴν εἰς φύσιν σαρκὸς τὴν ἀπόρρητον τοῦ θεοῦ λόγου παρενεχθῆναι φύσιν. ἄτρεπτος γάρ ἐστιν καὶ ἀναλλοίωτος παντελῶς ὁ αὐτὸς ἀεὶ μένων κατὰ τὰς γραφάς, ὁρώμενος δὲ καὶ βρέφος καὶ ἐν σπαργάνοις ὢν ἔτι καὶ ἐν κόλπωι τῆς τεκούσης παρθένου πᾶσαν ἐπλήρου τὴν κτίσιν ὡς θεὸς καὶ σύνεδρος ἦν τῶι γεγεννηκότι· τὸ γὰρ θεῖον ἄποσόν τέ ἐστιν καὶ ἀμέγεθες καὶ περιορισμῶν οὐκ ἀνέχεται.
ἡνῶσθαί γε μὴν σαρκὶ καθ' ὑπόστασιν ὁμολογοῦντες τὸν λόγον, ἕνα προσκυνοῦμεν υἱὸν καὶ κύριον Ἰησοῦν Χριστόν, οὔτε ἀνὰ μέρος τιθέντες καὶ διορίζοντες ἄνθρωπον καὶ θεὸν ὡς συνημμένους ἀλλήλοις τῆι τῆς ἀξίας καὶ αὐθεντίας ἑνότητι žκενοφωνία γὰρ τοῦτο καὶ ἕτερον οὐδένŸ οὔτε μὴν Χριστὸν ἰδικῶς ὀνομάζοντες τὸν ἐκ θεοῦ λόγον καὶ ὁμοίως ἰδικῶς Χριστὸν ἕτερον τὸν ἐκ γυναικός, ἀλλ' ἕνα μόνον εἰδότες Χριστὸν τὸν ἐκ θεοῦ πατρὸς λόγον μετὰ τῆς ἰδίας σαρκός. τότε γὰρ ἀνθρωπίνως κέχρισται μεθ' ἡμῶν, καίτοι τοῖς ἀξίοις τοῦ λαβεῖν τὸ πνεῦμα διδοὺς αὐτὸς καὶ οὐκ ἐκ μέτρου, καθά φησιν ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης. ἀλλ' οὐδὲ ἐκεῖνο φαμὲν ὅτι κατώικηκεν ὁ ἐκ θεοῦ λόγος ὡς ἐν ἀνθρώπωι κοινῶι τῶι ἐκ τῆς ἁγίας παρθένου γεγεννημένωι, ἵνα μὴ θεοφόρος ἄνθρωπος νοοῖτο Χριστός. εἰ γὰρ καὶ <ἐσκήνωσεν ἐν ἡμῖν> ὁ λόγος, εἴρηται δὲ καὶ ἐν Χριστῶι κατοικῆσαι <πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,> ἀλλ' οὖν ἐννοοῦμεν ὅτι γενόμενος σάρξ, οὐχ ὥσπερ ἐν τοῖς ἁγίοις κατοικῆσαι λέγεται, κατὰ τὸν ἴσον καὶ ἐν αὐτῶι τρόπον γενέσθαι διοριζόμεθα τὴν κατοίκησιν· ἀλλ' ἑνωθεὶς κατὰ φύσιν καὶ οὐκ εἰς σάρκα τραπείς, τοιαύτην ἐποιήσατο τὴν κατοίκησιν, ἣν ἂν ἔχειν λέγοιτο καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ πρὸς τὸ ἴδιον ἑαυτῆς σῶμα. εἷς οὖν ἄρα Χριστὸς καὶ υἱὸς καὶ κύριος, οὐχ ὡς συνάφειαν ἁπλῶς τὴν ὡς ἐν ἑνότητι τῆς ἀξίας ἢ γοῦν αὐθεντίας ἔχοντος ἀνθρώπου πρὸς θεόν· οὐ γὰρ ἑνοῖ τὰς φύσεις [ἡ] ἰσοτιμία. καὶ γοῦν Πέτρος τε καὶ Ἰωάννης ἰσότιμοι μὲν ἀλλήλοις καθὸ καὶ ἀπόστολοι καὶ ἅγιοι μαθηταί, πλὴν οὐχ εἷς οἱ δύο. οὔτε μὴν κατὰ παράθεσιν τὸν τῆς συναφείας νοοῦμεν τρόπον žοὐκ ἀπόχρη γὰρ τοῦτο πρὸς ἕνωσιν φυσικήνŸ οὔτε μὴν ὡς κατὰ μέθεξιν σχετικήν, ὡς καὶ ἡμεῖς κολλώμενοι τῶι κυρίωι κατὰ τὸ γεγραμμένον ἓν πνεῦμα ἐσμὲν πρὸς αὐτόν, μᾶλλον δὲ τὸ τῆς συναφείας ὄνομα παραιτούμεθα ὡς οὐκ ἔχον ἱκανῶς σημῆναι τὴν ἕνωσιν. ἀλλ' οὐδὲ θεὸν ἢ δεσπότην τοῦ Χριστοῦ τὸν ἐκ θεοῦ πατρὸς λόγον ὀνομάζομεν, ἵνα μὴ πάλιν ἀναφανδὸν τέμνωμεν εἰς δύο τὸν ἕνα Χριστὸν καὶ υἱὸν καὶ κύριον καὶ δυσφημίας ἐγκλήματι περιπέσωμεν, θεὸν ἑαυτοῦ καὶ δεσπότην ποιοῦντες αὐτόν. ἑνωθεὶς γάρ, ὡς ἤδη προείπομεν, ὁ τοῦ θεοῦ λόγος σαρκὶ καθ' ὑπόστασιν θεὸς μέν ἐστι τῶν ὅλων, δεσπόζει δὲ τοῦ παντός, οὔτε δὲ αὐτὸς ἑαυτοῦ δοῦλός ἐστιν οὔτε δεσπότης. εὔηθες γάρ, μᾶλλον δὲ ἤδη καὶ δυσσεβὲς τὸ οὕτω φρονεῖν ἢ λέγειν. ἔφη μὲν γὰρ θεὸν ἑαυτοῦ τὸν πατέρα, καίτοι θεὸς ὢν φύσει καὶ ἐκ τῆς οὐσίας αὐτοῦ· ἀλλ' οὐκ ἠγνοήκαμεν ὅτι μετὰ τοῦ εἶναι θεὸς καὶ ἄνθρωπος γέγονεν ὑπὸ θεῶι κατά γε τὸν πρέποντα νόμον τῆι τῆς ἀνθρωπότητος φύσει. αὐτὸς δὲ ἑαυτοῦ πῶς ἂν γένοιτο θεὸς ἢ δεσπότης; οὐκοῦν ὡς ἄνθρωπος καὶ ὅσον ἧκεν εἴς γε τὸ πρέπον τοῖς τῆς κενώσεως μέτροις, ὑπὸ θεῶι μεθ' ἡμῶν ἑαυτὸν εἶναί φησιν. οὕτω γέγονε καὶ ὑπὸ νόμον, καίτοι λαλήσας αὐτὸς τὸν νόμον καὶ νομοθέτης ὑπάρχων ὡς θεός. παραιτούμεθα δὲ λέγειν ἐπὶ Χριστοῦ "διὰ τὸν φοροῦντα τὸν φορούμενον σέβω· διὰ τὸν ἀόρατον προσκυνῶ τὸν ὁρώμενον". φρικτὸν δὲ πρὸς τούτωι κἀκεῖνο εἰπεῖν "ὁ ληφθεὶς τῶι λαβόντι συγχρηματίζει θεός". ὁ γὰρ ταῦτα λέγων διατέμνει πάλιν εἰς δύο Χριστοὺς καὶ ἄνθρωπον ἵστησιν ἀνὰ μέρος ἰδικῶς καὶ θεὸν ὁμοίως. ἀρνεῖται γὰρ ὁμολογουμένως τὴν ἕνωσιν, καθ' ἣν οὐχ ὡς ἕτερος ἑτέρωι συμπροσκυνεῖταί τις οὔτε μὴν συγχρηματίζει θεός, ἀλλ' εἷς νοεῖται Χριστὸς Ἰησοῦς υἱὸς μονογενής, μιᾶι προσκυνήσει τιμώμενος μετὰ τῆς ἰδίας σαρκός. ὁμολογοῦμεν δὲ ὅτι αὐτὸς ὁ ἐκ θεοῦ πατρὸς γεννηθεὶς υἱὸς καὶ θεὸς μονογενής, καίτοι κατὰ φύσιν ἰδίαν ὑπάρχων ἀπαθής, σαρκὶ πέπονθεν ὑπὲρ ἡμῶν κατὰ τὰς γραφὰς καὶ ἦν ἐν τῶι σταυρωθέντι σώματι, τὰ τῆς ἰδίας σαρκὸς ἀπαθῶς οἰκειούμενος πάθη. <χάριτι δὲ θεοῦ> καὶ <ὑπὲρ παντὸς ἐγεύσατο θανάτου,> διδοὺς αὐτῶι τὸ ἴδιον σῶμα, καίτοι κατὰ φύσιν ὑπάρχων ζωὴ καὶ αὐτὸς ὢν ἡ ἀνάστασις. ἵνα γὰρ ἀρρήτωι δυνάμει πατήσας τὸν θάνατον ὡς ἔν γε δὴ πρώτηι τῆι ἰδίαι σαρκὶ γένηται <πρωτότοκος ἐκ νεκρῶν> καὶ <ἀπαρχὴ τῶν κεκοιμημένων> ὁδοποιήσηι τε τῆι ἀνθρώπου φύσει τὴν εἰς ἀφθαρσίαν ἀναδρομήν, <χάριτι θεοῦ,> καθάπερ ἔφημεν ἀρτίως, <ὑπὲρ παντὸς ἐγεύσατο θανάτου> τριήμερός τε ἀνεβίω σκυλεύσας τὸν ἅιδην. ὥστε κἂν λέγηται <δι' ἀνθρώπου> γενέσθαι ἡ ἀνάστασις τῶν νεκρῶν, ἀλλὰ νοοῦμεν ἄνθρωπον τὸν ἐκ θεοῦ γεγονότα λόγον καὶ λελύσθαι δι' αὐτοῦ τοῦ θανάτου τὸ κράτος. ἥξει δὲ κατὰ καιροὺς ὡς εἷς υἱὸς καὶ κύριος ἐν τῆι δόξηι τοῦ πατρός, ἵνα κρίνηι <τὴν οἰκουμένην ἐν δικαιοσύνηι,> καθὰ γέγραπται. ̓Αναγκαίως δὲ κἀκεῖνο προσθήσομεν. καταγγέλλοντες γὰρ τὸν κατὰ σάρκα θάνατον τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, τουτέστιν Ἰησοῦ Χριστοῦ τήν τε ἐκ νεκρῶν ἀναβίωσιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν ὁμολογοῦντες, τὴν ἀναίμακτον ἐν ταῖς ἐκκλησίαις τελοῦμεν λατρείαν πρόσιμέν τε οὕτω ταῖς μυστικαῖς εὐλογίαις καὶ ἁγιαζόμεθα μέτοχοι γινόμενοι τῆς τε ἁγίας σαρκὸς καὶ τοῦ τιμίου αἵματος τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ καὶ οὐχ ὡς σάρκα κοινὴν δεχόμενοι, μὴ γένοιτο, οὔτε μὴν ὡς ἀνδρὸς ἡγιασμένου καὶ συναφθέντος τῶι λόγωι κατὰ τὴν ἑνότητα τῆς ἀξίας ἢ γοῦν ὡς θείαν ἐνοίκησιν ἐσχηκότος, ἀλλ' ὡς ζωοποιὸν ἀληθῶς καὶ ἰδίαν αὐτοῦ τοῦ λόγου. ζωὴ γὰρ ὢν κατὰ φύσιν ὡς θεός, ἐπειδὴ γέγονεν ἓν πρὸς τὴν ἑαυτοῦ σάρκα, ζωοποιὸν ἀπέφηνεν αὐτήν, ὥστε κἂν λέγηι πρὸς ἡμᾶς <ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ 1,1,1.38 πίητε αὐτοῦ τὸ αἷμα,> οὐχ ὡς ἀνθρώπου τῶν καθ' ἡμᾶς ἑνὸς καὶ αὐτὴν εἶναι λογιούμεθα žπῶς γὰρ ἡ ἀνθρώπου σὰρξ ζωοποιὸς ἔσται κατὰ φύσιν τὴν ἑαυτῆς;Ÿ, ἀλλ' ὡς ἰδίαν ἀληθῶς γενομένην τοῦ δι' ἡμᾶς καὶ υἱοῦ ἀνθρώπου γεγονότος τε καὶ χρηματίσαντος. Τὰς δέ γε ἐν τοῖς εὐαγγελίοις τοῦ σωτῆρος ἡμῶν φωνὰς οὔτε ὑποστάσεσι δυσὶν οὔτε μὴν προσώποις καταμερίζομεν. οὐ γάρ ἐστι διπλοῦς ὁ εἷς καὶ μόνος Χριστός, κἂν ἐκ δύο νοῆται καὶ διαφόρων πραγμάτων εἰς ἑνότητα τὴν ἀμέριστον συνενηνεγμένος, καθάπερ ἀμέλει καὶ ἄνθρωπος ἐκ ψυχῆς νοεῖται καὶ σώματος καὶ οὐ διπλοῦς μᾶλλον, ἀλλ' εἷς ἐξ ἀμφοῖν. ἀλλὰ τάς τε ἀνθρωπίνας καὶ πρός γε τούτωι τὰς θεικὰς παρ' ἑνὸς εἰρῆσθαι διακεισόμεθα, φρονοῦντες ὀρθῶς. ὅταν μὲν γὰρ θεοπρεπῶς λέγηι περὶ ἑαυτοῦ ὁ <ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα> καὶ <ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν,> τὴν θείαν αὐτοῦ καὶ ἀπόρρητον ἐννοοῦμεν φύσιν, καθ' ἣν καὶ ἕν ἐστιν πρὸς τὸν ἑαυτοῦ πατέρα διὰ τὴν ταυτότητα τῆς οὐσίας εἰκών τε καὶ χαρακτὴρ καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ· ὅταν δὲ τὸ τῆς ἀνθρωπότητος μέτρον οὐκ ἀτιμάζων τοῖς Ἰουδαίοις προσλαλῆι <νῦν δέ με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα,> πάλιν οὐδὲν ἧττον αὐτὸν τὸν ἐν ἰσότητί τε καὶ ὁμοιότητι τοῦ πατρὸς θεὸν λόγον καὶ ἐκ τῶν τῆς ἀνθρωπότητος αὐτοῦ μέτρων ἐπιγινώσκομεν. εἰ γάρ ἐστιν ἀναγκαῖον τὸ πιστεύειν ὅτι θεὸς ὢν φύσει γέγονε σὰρξ ἢ γοῦν ἄνθρωπος ἐψυχωμένος ψυχῆι λογικῆι, ποῖον ἂν ἔχοι λόγον τὸ ἐπαισχύνεσθαί τινα ταῖς παρ' αὐτοῦ φωναῖς, εἰ γεγόνασιν ἀνθρωποπρεπῶς; εἰ γὰρ παραιτοῖτο τοὺς ἀνθρώπωι πρέποντας λόγους, τίς ὁ ἀναγκάσας γενέσθαι καθ' ἡμᾶς ἄνθρωπον; ὁ δὲ καθεὶς ἑαυτὸν δι' ἡμᾶς εἰς ἑκούσιον κένωσιν διὰ ποίαν αἰτίαν παραιτοῖτο ἂν τοὺς τῆι κενώσει πρέποντας λόγους; ἑνὶ τοιγαροῦν προσώπωι τὰς ἐν τοῖς εὐαγγελίοις πάσας ἀναθετέον φωνάς, ὑποστάσει μιᾶι τῆι τοῦ λόγου σεσαρκωμένηι. κύριος γὰρ εἷς Ἰησοῦς Χριστὸς κατὰ τὰς γραφάς. εἰ δὲ δὴ καλοῖτο καὶ ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν, ὡς ἱερουργῶν τῶι θεῶι καὶ πατρὶ τὴν πρὸς ἡμῶν αὐτῶι τε καὶ δι' αὐτοῦ τῶι θεῶι καὶ πατρὶ προσκομιζομένην τῆς πίστεως ὁμολογίαν καὶ μὴν καὶ εἰς τὸ ἅγιον πνεῦμα, πάλιν αὐτὸν εἶναι φαμὲν τὸν ἐκ θεοῦ κατὰ φύσιν υἱὸν μονογενῆ καὶ οὐκ ἀνθρώπωι προσνεμοῦμεν παρ' αὐτὸν ἑτέρωι τό τε τῆς ἱερωσύνης ὄνομα καὶ αὐτὸ δὲ τὸ χρῆμα. 1,1,1.39 γέγονε γὰρ μεσίτης θεοῦ καὶ ἀνθρώπων καὶ διαλλακτὴς εἰς εἰρήνην, ἑαυτὸν ἀναθεὶς εἰς ὀσμὴν εὐωδίας τῶι θεῶι καὶ πατρί. τοιγάρτοι καὶ ἔφασκεν <θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. [ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.] τότε εἶπον· ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου.> προσκεκόμικε γὰρ ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τὸ ἴδιον σῶμα καὶ οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ. ποίας γὰρ ἂν ἐδεήθη προσφορᾶς ἢ θυσίας ὑπὲρ ἑαυτοῦ, κρείττων ἁπάσης ὑπάρχων ἁμαρτίας ὡς θεός; εἰ γὰρ <πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ,> καθὸ γεγόναμεν ἡμεῖς ἕτοιμοι πρὸς παραφορὰν καὶ κατηρρώστησεν ἡ ἀνθρώπου φύσις τὴν ἁμαρτίαν, αὐτὸς δὲ οὐχ οὕτως καὶ ἡττώμεθα διὰ τοῦτο τῆς δόξης αὐτοῦ, πῶς ἂν εἴη λοιπὸν ἀμφίβολον ὅτι τέθυται δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ ἀμνὸς ὁ ἀληθινός; καὶ τὸ λέγειν ὅτι προσκεκόμικεν ἑαυτὸν ὑπέρ τε ἑαυτοῦ καὶ ἡμῶν, ἀμοιρήσειεν ἂν οὐδαμῶς τῶν εἰς δυσσέβειαν ἐγκλημάτων. πεπλημμέληκε γὰρ κατ' οὐδένα τρόπον οὔτε μὴν ἐποίησεν ἁμαρτίαν· ποίας οὖν ἐδεήθη προσφορᾶς, ἁμαρτίας οὐκ οὔσης ἐφ' ἧιπερ ἂν γένοιτο καὶ μάλα εἰκότως; ὅταν δὲ λέγηι περὶ τοῦ πνεύματος <ἐκεῖνος ἐμὲ δοξάσει,> νοοῦντες ὀρθῶς οὐχ ὡς δόξης ἐπιδεᾶ τῆς παρ' ἑτέρου φαμὲν τὸν ἕνα Χριστὸν καὶ υἱὸν τὴν παρὰ τοῦ ἁγίου πνεύματος δόξαν ἑλεῖν, ὅτι μηδὲ κρεῖττον αὐτοῦ καὶ ὑπὲρ αὐτὸν τὸ πνεῦμα αὐτοῦ. ἐπειδὴ δὲ εἰς ἔνδειξιν τῆς ἑαυτοῦ θεότητος ἐχρῆτο τῶι ἰδίωι πνεύματι πρὸς μεγαλουργίας, δεδοξάσθαι παρ' αὐτοῦ φησιν, ὥσπερ ἂν εἰ καί τις λέγοι τῶν καθ' ἡμᾶς περὶ τῆς ἐνούσης ἰσχύος αὐτῶι τυχὸν ἢ γοῦν ἐπιστήμης τῆς ἐφ' ὁτωιοῦν ὅτι δοξάσουσί με. εἰ γὰρ καὶ ἔστιν ἐν ὑποστάσει τὸ πνεῦμα ἰδικῆι καὶ δὴ καὶ νοεῖται καθ' ἑαυτό, καθὸ πνεῦμά ἐστιν καὶ οὐχ υἱός, ἀλλ' οὖν ἐστιν οὐκ ἀλλότριον αὐτοῦ. <πνεῦμα> γὰρ <ἀληθείας> ὠνόμασται καὶ ἔστιν Χριστὸς ἡ ἀλήθεια καὶ προχεῖται παρ' αὐτοῦ καθάπερ ἀμέλει καὶ ἐκ τοῦ θεοῦ καὶ πατρός. ἐνεργῆσαν τοιγαροῦν τὸ πνεῦμα καὶ διὰ χειρὸς τῶν ἁγίων ἀποστόλων τὰ παράδοξα μετὰ τὸ ἀνελθεῖν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς τὸν οὐρανὸν ἐδόξασεν αὐτόν. ἐπιστεύθη γὰρ ὅτι θεὸς κατὰ φύσιν ἐστίν, πάλιν αὐτὸς ἐνεργῶν διὰ τοῦ ἰδίου πνεύματος. διὰ τοῦτο καὶ ἔφασκεν ὅτι ἐκ <τοῦ ἐμοῦ λήψεται καὶ ἀπαγγελεῖ ὑμῖν.> καὶ οὔτι που φαμὲν ὡς ἐκ μετοχῆς τὸ πνεῦμά ἐστιν σοφόν τε καὶ δυνατόν. παντέλειον γὰρ καὶ ἀπροσδεές ἐστιν παντὸς ἀγαθοῦ. 1,1,1.40 ἐπειδὴ δὲ τῆς τοῦ πατρὸς δυνάμεως καὶ σοφίας, τουτέστιν τοῦ υἱοῦ, πνεῦμά ἐστιν, αὐτόχρημα σοφία ἐστὶ καὶ δύναμις. Επειδὴ δὲ θεὸν ἑνωθέντα σαρκὶ καθ' ὑπόστασιν ἡ ἁγία παρθένος ἐκτέτοκε σαρκικῶς, ταύτηι τοι καὶ θεοτόκον εἶναι φαμὲν αὐτήν, οὐχ ὡς τῆς τοῦ λόγου φύσεως τῆς ὑπάρξεως τὴν ἀρχὴν ἐχούσης ἀπὸ σαρκός žἦν γὰρ ἐν <ἀρχῆι καὶ θεὸς ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν> καὶ αὐτός ἐστι τῶν αἰώνων ὁ ποιητής, συναίδιος τῶι πατρὶ καὶ τῶν ὅλων δημιουργόςŸ, ἀλλ' ὡς ἤδη προείπομεν, ἐπειδὴ καθ' ὑπόστασιν ἑνώσας ἑαυτῶι τὸ ἀνθρώπινον καὶ ἐκ μήτρας αὐτῆς γέννησιν ὑπέμεινε σαρκικήν, οὐχ ὡς δεηθεὶς ἀναγκαίως ἤτοι διὰ τὴν ἰδίαν φύσιν καὶ τῆς ἐν χρόνωι καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γεννήσεως, ἀλλ' ἵνα καὶ αὐτὴν τῆς ὑπάρξεως ἡμῶν εὐλογήσηι τὴν ἀρχὴν καὶ τεκούσης γυναικὸς αὐτὸν ἑνωθέντα σαρκὶ παύσηται λοιπὸν ἡ κατὰ παντὸς τοῦ γένους ἀρὰ πέμπουσα πρὸς θάνατον τὰ ἐκ γῆς ἡμῶν σώματα καὶ τὸ <ἐν λύπαις τέξηι τέκνα> δι' αὐτοῦ καταργούμενον ἀληθὲς ἀποφήνηι τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς <κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.> ταύτης γὰρ ἕνεκα τῆς αἰτίας φαμὲν αὐτὸν οἰκονομικῶς καὶ αὐτὸν εὐλογῆσαι τὸν γάμον καὶ ἀπελθεῖν κεκλημένον ἐν Κανᾶ τῆς Γαλιλαίας ὁμοῦ τοῖς ἁγίοις ἀποστόλοις. Ταῦτα φρονεῖν δεδιδάγμεθα παρά τε
  • τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν,
  • καὶ πάσης δὲ τῆς θεοπνεύστου γραφῆς
  • καὶ ἐκ τῆς τῶν μακαρίων πατέρων ἀληθοῦς ὁμολογίας·
τούτοις ἅπασιν καὶ τὴν σὴν εὐλάβειαν συναινέσαι χρὴ καὶ συνθέσθαι δίχα δόλου παντός. ἃ δέ ἐστιν ἀναγκαῖον ἀναθεματίσαι τὴν σὴν εὐλάβειαν, ὑποτέτακται τῆιδε ἡμῶν τῆι ἐπιστολῆι.

Dysinger