Concilium Ephesenum
431 AD
II. Epist. Nestor. ad Cyril.
Ελληνικά   | English   |    

1,1,1.29 Τῶι εὐλαβεστάτωι καὶ θεοσεβεστάτωι συλλειτουργῶι Κυρίλλωι Νεστόριος ἐν κυρίωι χαίρειν. Τὰς μὲν καθ' ἡμῶν ὕβρεις τῶν θαυμαστῶν σου γραμμάτων ἀφίημι ὡς μακροθυμίας ἀξίας ἰατρικῆς καὶ τῆς διὰ τῶν πραγμάτων αὐτῶν κατὰ καιρὸν πρὸς αὐτὰς ἀποκρίσεως· ὃ δέ γε σιωπῆς οὐκ ἀνέχεται, ὡς μέγαν φέρον, εἰ σιγηθείη, τὸν κίνδυνον, τούτου, καθὼς ἂν οἷός τε ὦ, οὐ πρὸς μακρολογίαν ἀποτεινόμενος, ποιήσασθαι πειράσομαι τὴν διήγησιν σύντομον, τὸν τῆς σκοτεινῆς καὶ δυσπέπτου μακρηγορίας ναυτιασμὸν φυλαττόμενος. ἄρξομαι δὲ ἀπὸ τῶν πανσόφων τῆς σῆς ἀγάπης φωνῶν, αὐτὰς αὐτολεξεὶ παραθείς. τίνες τοίνυν αἱ τῆς θαυμαστῆς τῶν σῶν γραμμάτων διδασκαλίας φωναί; Ἡ ἁγία φησὶν καὶ μεγάλη σύνοδος αὐτὸν τὸν ἐκ θεοῦ πατρὸς κατὰ φύσιν γεννηθέντα υἱὸν μονογενῆ, τὸν ἐκ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸ φῶς τὸ ἐκ φωτός, τὸν δι' οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ, κατελθεῖν σαρκωθῆναι ἐνανθρωπῆσαι παθεῖν ἀναστῆναι. Ταῦτα τῆς σῆς θεοσεβείας τὰ ῥήματα καὶ γνωρίζεις ἴσως τὰ σά· ἄκουε δὲ καὶ τὰ παρ' ἡμῶν, ἀδελφικὴν ὑπὲρ εὐσεβείας παραίνεσιν καὶ ἣν ὁ μέγας ἐκεῖνος Παῦλος τῶι φιλουμένωι παρ' αὐτοῦ Τιμοθέωι διεμαρτύρατο· <πρόσεχε τῆι ἀναγνώσει, τῆι παρακλήσει, τῆι διδαχῆι. τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.> τί δέ μοι τὸ <πρόσεχε> βούλεται; ὅτι τὴν τῶν ἁγίων ἐκείνων ἐξ ἐπιπολῆς ἀναγινώσκων παράδοσιν συγγνώμης ἀξίαν ἠγνόησας ἄγνοιαν, παθητὸν αὐτοὺς εἰρηκέναι νομίσας τὸν τῶι πατρὶ συναίδιον λόγον· ἔγκυψον δέ, εἰ δοκεῖ, τοῖς ῥητοῖς ἀκριβέστερον καὶ τὸν θεῖον ἐκεῖνον τῶν πατέρων εὑρήσεις χορὸν οὐ τὴν ὁμοούσιον θεότητα παθητὴν εἰρηκότα οὐδὲ πρόσφατον γεννητὴν τὴν τῶι πατρὶ συναίδιον οὐδὲ ἀναστᾶσαν τὴν τὸν λελυμένον ναὸν ἀναστήσασαν. κἄν μοι τὰς ἀκοὰς εἰς ἀδελφικὴν ἰατρείαν παράσχηις, αὐτάς σοι τὰς τῶν ἁγίων πατέρων φωνὰς παραθέμενος τῆς κατ' ἐκείνων ἀπαλλάξω συκοφαντίας καὶ τῆς κατὰ τῶν θείων γραφῶν δι' ἐκείνων. Πιστεύω τοίνυν φασί, καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ. σκόπησον ὅπως τὸ κύριος καὶ Ἰησοῦς καὶ Χριστός καὶ μονογενής καὶ υἱός πρότερον θέντες τὰ κοινὰ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὡς θεμελίους ὀνόματα 1,1,1.30 τότε τὴν τῆς ἐνανθρωπήσεως καὶ τῆς ἀναστάσεως καὶ τοῦ πάθους ἐποικοδομοῦσι παράδοσιν, ἵνα τῶν ὀνομάτων τῆς φύσεως ἑκατέρας κοινῶν τινων σημαντικῶν προκειμένων μήτε τὰ τῆς υἱότητος καὶ κυριότητος τέμνηται μήτε τὰ τῶν φύσεων ἐν τῶι τῆς υἱότητος μοναδικῶι συγχύσεως ἀφανισμῶι κινδυνεύηι. τούτου γὰρ αὐτοῖς παιδευτὴς ὁ Παῦλος γεγένηται, ὃς τῆς ἐνανθρωπήσεως τῆς θείας τὴν μνήμην ποιούμενος καὶ μέλλων τὰ τοῦ πάθους ἐπάγειν, πρότερον θεὶς τὸ Χριστός, τὸ κοινόν, ὡς μικρῶι πρότερον ἔφην, τῶν φύσεων ὄνομα, προσάγει τὸν λόγον ἀμφοτέραις πρεπώδη ταῖς φύσεσιν. τί γάρ φησιν; <τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησοῦ, ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι.> ἀλλ', ἵνα μὴ τὰ καθ' ἕκαστον λέγω, <ὑπήκοος ἐγένετο μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.> ἐπειδὴ γὰρ ἔμελλεν τοῦ θανάτου μεμνῆσθαι, ἵνα μὴ τὸν θεὸν λόγον ἐντεῦθέν τις παθητὸν ὑπολάβηι, τίθησιν τὸ Χριστός, ὡς τῆς ἀπαθοῦς καὶ παθητῆς οὐσίας ἐν μοναδικῶι προσώπωι προσηγορίαν σημαντικήν, ὅπως καὶ ἀπαθὴς ὁ Χριστὸς καὶ παθητὸς ἀκινδύνως καλοῖτο, ἀπαθὴς μὲν θεότητι, παθητὸς δὲ τῆι τοῦ σώματος φύσει. Πολλὰ λέγειν περὶ τούτου δυνάμενος καὶ πρῶτόν γε τὸ μηδὲ γεννήσεως ἐπὶ τῆς οἰκονομίας, ἀλλ' ἐνανθρωπήσεως τοὺς ἁγίους ἐκείνους μνημονεῦσαι πατέρας, τὴν τῆς βραχυλογίας ἐν προοιμίοις ὑπόσχεσιν χαλινοῦσαν τὸν λόγον αἰσθάνομαι καὶ πρὸς τὸ δεύτερον τῆς σῆς ἀγάπης κινοῦσαν κεφάλαιον, ἐν ὧι τὴν μὲν τῶν φύσεων ἐπήινουν διαίρεσιν κατὰ τὸν τῆς ἀνθρωπότητος καὶ θεότητος λόγον καὶ τὴν τούτων εἰς ἑνὸς προσώπου συνάφειαν καὶ τὸ τὸν θεὸν λόγον δευτέρας ἐκ γυναικὸς μὴ φάσκειν δεδεῆσθαι γεννήσεως καὶ τὸ πάθους ἄδεκτον ὁμολογεῖν τὴν θεότητα. ὀρθόδοξα γὰρ ὡς ἀληθῶς τὰ τοιαῦτα καὶ ταῖς τῶν αἱρέσεων πασῶν περὶ τὰς δεσποτικὰς φύσεις ἐναντία κακοδοξίαις. τὰ λοιπὰ δὲ εἰ μέν τινα σοφίαν κεκρυμμένην ἐπήγετο ταῖς τῶν ἀναγινωσκόντων ἀκοαῖς ἀκατάληπτον, τῆς σῆς ἐστιν ἀκριβείας εἰδέναι· ἐμοὶ γοῦν τὰ πρῶτα καταστρέφειν ἐδόκει. τὸν γὰρ ἐν τοῖς πρώτοις ἀπαθῆ κηρυχθέντα καὶ δευτέρας γεννήσεως ἄδεκτον πάλιν παθητὸν καὶ νεόκτιστον οὐκ οἶδ' ὅπως εἰσῆγεν, ὡς τῶν κατὰ φύσιν τῶι θεῶι λόγωι προσόντων τῆι τοῦ ναοῦ συναφείαι διεφθαρμένων ἢ μικροῦ τινος τοῖς ἀνθρώποις νομιζομένου τοῦ τὸν ἀναμάρτητον ναὸν καὶ τῆς θείας ἀχώριστον φύσεως τὴν ὑπὲρ ἁμαρτωλῶν γέννησίν τε καὶ τελευτὴν ὑπομεῖναι ἢ πιστεύεσθαι τῆς δεσποτικῆς οὐκ ὀφειλούσης φωνῆς πρὸς Ἰουδαίους βοώσης· <λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν,> οὐ· λύσατέ μου τὴν θεότητα καὶ ἐν τρισὶν ἡμέραις ἐγερθήσεται. Πάλιν πλατῦναι κἀνταῦθα βουλόμενος, τῆι τῆς ἐπαγγελίας ἀναστέλλομαι μνήμηι· ῥητέον δ' οὖν ὅμως βραχυλογίαι χρησάμενον. πανταχοῦ τῆς θείας γραφῆς, ἡνίκα ἂν 1,1,1.31 μνήμην τῆς δεσποτικῆς οἰκονομίας ποιῆται, γέννησις ἡμῖν καὶ πάθος οὐ τῆς θεότητος, ἀλλὰ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ παραδίδοται, ὡς καλεῖσθαι κατὰ ἀκριβεστέραν προσηγορίαν τὴν ἁγίαν παρθένον Χριστοτόκον, οὐ θεοτόκον. καὶ ἄκουε ταῦτα τῶν εὐαγγελίων βοώντων· <Βίβλος,> φησίν, <γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἁβραάμ.> δῆλον δὲ ὅτι τοῦ Δαυὶδ υἱὸς ὁ θεὸς λόγος οὐκ ἦν. δέχου καὶ ἄλλην, εἰ δοκεῖ, μαρτυρίαν· <Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.> σκόπει πάλιν ἑτέραν ἡμᾶς διαμαρτυρομένην φωνήν· <τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῶι Ἰωσήφ, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.> κτίσμα δὲ πνεύματος τίς ἂν τὴν τοῦ μονογενοῦς ὑπολάβοι θεότητα; τί δεῖ λέγειν καὶ τὸ <ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ;> καὶ πάλιν τὸ <σὺν Μαρίαι τῆι μητρὶ τοῦ Ἰησοῦ> καὶ τὸ <τὸ ἐν αὐτῆι γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου> καὶ τὸ <λάβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον> καὶ τὸ <περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα> καὶ περὶ τοῦ πάθους αὖθις ὅτι ὁ <θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῆι σαρκί> καὶ πάλιν <Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν> καὶ <Χριστοῦ παθόντος σαρκί> καὶ <τοῦτό ἐστιν,> οὐχ ἡ θεότης μου, ἀλλὰ <τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον.> καὶ ἄλλων μυρίων φωνῶν διαμαρτυρομένων τῶν ἀνθρώπων τὸ γένος μὴ τὴν τοῦ υἱοῦ νομίζειν θεότητα πρόσφατον ἢ πάθους σωματικοῦ δεκτικήν, ἀλλὰ τὴν συνημμένην τῆι φύσει τῆς θεότητος σάρκα žὅθεν καὶ κύριον τοῦ Δαυὶδ ἑαυτὸν ὁ Χριστὸς καὶ υἱὸν ὀνομάζει· <τί γάρ> φησιν, <ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῶι· τοῦ Δαυίδ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· πῶς οὖν Δαυὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ, λέγων· εἶπεν ὁ κύριος τῶι κυρίωι μου· κάθου ἐκ δεξιῶν μου;> ὡς υἱὸς ὢν πάντως τοῦ Δαυὶδ κατὰ σάρκα, κατὰ δὲ τὴν θεότητα κύριος, εἶναι μὲν οὖν τῆς τοῦ υἱοῦ θεότητος τὸ σῶμα ναὸν καὶ ναὸν κατ' ἄκραν τινὰ καὶ θείαν ἡνωμένον συνάφειαν, ὡς οἰκειοῦσθαι τὰ τούτου τὴν τῆς θεότητος φύσιν, ὁμολογεῖσθαι καλὸν καὶ τῶν εὐαγγελικῶν παραδόσεων ἄξιον· τὸ δὲ δὴ τῶι τῆς οἰκειότητος προστρίβειν ὀνόματι καὶ τὰς τῆς συνημμένης σαρκὸς ἰδιότητας, γέννησιν λέγω καὶ πάθος καὶ νέκρωσιν, ἢ πλανωμένης ἐστίν, ἀδελφέ, καθ' Ἕλληνας διανοίας ἢ τὰ τοῦ φρενοβλαβοῦς Ἀπολιναρίου καὶ Ἀρείου καὶ τῶν ἄλλων νοσούσης αἱρέσεων, μᾶλλον δέ τι κἀκείνων βαρύτερον. ἀνάγκη γὰρ τῶι τῆς οἰκειότητος τοὺς τοιούτους παρασυρομένους ὀνόματι καὶ γαλακτοτροφίας κοινωνὸν διὰ τὴν οἰκειότητα τὸν θεὸν λόγον ποιεῖν καὶ τῆς κατὰ μικρὸν αὐξήσεως μέτοχον καὶ τῆς ἐν τῶι τοῦ πάθους καιρῶι 1,1,1.32 δειλίας καὶ βοηθείας ἀγγελικῆς ἐνδεᾶ. καὶ σιωπῶ περιτομὴν καὶ θυσίαν καὶ ἱδρῶτας καὶ πεῖναν, ἃ τῆι σαρκὶ μὲν ὡς δι' ἡμᾶς συμβάντα προσκυνητὰ προσαπτόμενα, ἐπὶ δὲ τῆς θεότητος ταῦτα καὶ ψευδῆ λαμβανόμενα καὶ ἡμῖν ὡς συκοφάνταις δικαίας κατακρίσεως αἴτια. Αὗται τῶν ἁγίων πατέρων αἱ παραδόσεις· ταῦτα τῶν θείων γραφῶν τὰ παραγγέλματα· οὕτω τις καὶ τὰ τῆς φιλανθρωπίας τῆς θείας καὶ τὰ τῆς αὐθεντίας θεολογεῖ· <ταῦτα μελέτα· ἐν τούτοις ἴσθι, ἵνα σοῦ ἡ προκοπὴ φανερὰ ἦι πᾶσιν,> ὁ Παῦλος πρὸς πάντας φησίν. τῆς δέ γε τῶν σκανδαλιζομένων φροντίδος καλῶς μὲν ποιεῖς ἀντεχόμενος καὶ χάρις τῆι τῶν θείων μεριμνητικῆι σου ψυχῆι καὶ τῶν παρ' ἡμῖν φροντιζούσηι· γίνωσκε δὲ πεπλανημένον σαυτὸν ὑπὸ τῶν ἐνταῦθα παρὰ τῆς ἁγίας συνόδου καθηιρημένων, ὡς τὰ Μανιχαίων φρονούντων, ἢ τῶν τῆς σῆς ἴσως διαθέσεως κληρικῶν. τὰ γὰρ τῆς ἐκκλησίας καθ' ἑκάστην προκόπτει καὶ τὰ τῶν λαῶν ἐν ἐπιδόσει διὰ τὴν τοῦ Χριστοῦ χάριν τοσαύτηι, ὡς τὰ τοῦ προφήτου τοὺς βλέποντας τὰ πλήθη βοᾶν· <πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.> τά τε τῶν βασιλέων ἐν ὑπερβαλλούσηι χαρᾶι πεφωτισμένου τοῦ δόγματος, καὶ ἵνα συνελὼν ἐπιστείλω, ἐκείνην ἐπὶ ταῖς θεομάχοις ἁπάσαις αἱρέσεσιν καὶ τῆι τῆς ἐκκλησίας ὀρθοδοξίαι καθ' ἑκάστην εὕροι τις ἂν παρ' ἡμῖν τὴν φωνὴν πληρουμένην· ὁ <οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει καὶ ὁ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο.> Ταῦτα τὰ παρ' ἡμῶν ὡς ἀδελφῶν πρὸς ἀδελφὸν συμβουλεύματα· <εἰ δέ τις φιλονεικεῖ,> κεκράξεται καὶ δι' ἡμῶν πρὸς τὸν τοιοῦτον ὁ Παῦλος <ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.> πᾶσαν τὴν σὺν σοὶ ἐν Χριστῶι ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ πλεῖστα προσαγορεύομεν. ἐρρωμένος ὑπερευχόμενος ἡμῶν διατελοίης, δέσποτα τιμιώτατε καὶ θεοσεβέστατε.

Dysinger