patristica.net/gregorius-nazianzenus Gregorius Nazianzenus (329–390) |
||
[wiki] works: DCO | PG vol. 35-38
[#] Carmina Dogmatica, lib. I, sect. I, Carm. XII. (PG 37:471-474) Περὶ τῶν γνησίων βιβλίων τῆς θεοπνεύστου Γραφῆς. Θείοις ἐν λογίοισιν ἀεὶ γλώσσῃ τε νόῳ τε Στρωφᾶσθ'· ἢ γὰρ ἔδωκε Θεὸς καμάτων τόδ' ἄεθλον, Καί τι κρυπτὸν ἰδεῖν ὀλίγον φάος, ἢ τόδ' ἄριστον, Νύττεσθαι καθαροῖο Θεοῦ μεγάλῃσιν ἐφετμαῖς· Ἢ τρίτατον, χθονίων ἀπάγειν φρένα ταῖσδε μερίμναις. Ὄφρα δὲ μὴ ξείνῃσι νόον κλέπτοιο βίβλοισι (Πολλαὶ γὰρ τελέθουσι παρέγγραπτοι κακότητες), ∆έχνυσο τοῦτον ἐμεῖο τὸν ἔγκριτον, ὦ φίλ', ἀριθμόν. Ἱστορικαὶ μὲν ἔασι βίβλοι δυοκαίδεκα πᾶσαι Τῆς ἀρχαιοτέρης Ἑβραϊκῆς σοφίης. Πρωτίστη, Γένεσις, εἶτ' Ἔξοδος, Λευιτικόν τε. Ἔπειτ' Ἀριθμοί. Εἶτα ∆εύτερος Νόμος. Ἔπειτ' Ἰησοῦς, καὶ Κριταί. Ῥοὺθ ὀγδόη. Ἡ δ' ἐνάτη δεκάτη τε βίβλοι, Πράξεις βασιλήων, Καὶ Παραλειπόμεναι. Ἔσχατον Ἔσδραν ἔχεις. Αἱ δὲ στιχηραὶ πέντε, ὧν πρῶτός γ' Ἰώβ· Ἔπειτα ∆αυΐδ· εἶτα τρεῖς Σολομωντίαι· Ἐκκλησιαστὴς, Ἄσμα καὶ Παροιμίαι. Καὶ πένθ' ὁμοίως Πνεύματος προφητικοῦ. Μίαν μέν εἰσιν ἐς γραφὴν οἱ δώδεκα· Ὠσηὲ κ' Ἀμὼς, καὶ Μιχαίας ὁ τρίτος· Ἔπειτ' Ἰωὴλ, εἶτ' Ἰωνᾶς, Ἀβδίας, Ναούμ τε, Ἀββακούμ τε, καὶ Σοφονίας, Ἀγγαῖος, εἶτα Ζαχαρίας, Μαλαχίας. Μία μὲν οἵδε. ∆ευτέρα δ' Ἡσαΐας. Ἔπειθ' ὁ κληθεὶς Ἱερεμίας ἐκ βρέφους. Εἶτ' Ἰεζεκιὴλ, καὶ ∆ανιήλου χάρις. Ἀρχαίας μὲν ἔθηκα δύω καὶ εἴκοσι βίβλους, Τοῖς τῶν Ἑβραίων γράμμασιν ἀντιθέτους. Ἤδη δ' ἀρίθμει καὶ νέου μυστηρίου. Ματθαῖος μὲν ἔγραψεν Ἑβραίοις θαύματα Χριστοῦ· Μάρκος δ' Ἰταλίῃ, Λουκᾶς Ἀχαϊάδι· Πᾶσι δ' Ἰωάννης, κήρυξ μέγας, οὐρανοφοίτης. Ἔπειτα Πράξεις τῶν σοφῶν ἀποστόλων. ∆έκα δὲ Παύλου τέσσαρές τ' ἐπιστολαί. Ἑπτὰ δὲ καθολικαὶ, ὧν, Ἰακώβου μία, ∆ύω δὲ Πέτρου, τρεῖς δ' Ἰωάννου πάλιν· Ἰούδα δ' ἐστὶν ἑβδόμη. Πάσας ἔχεις. Εἴ τι δὲ τούτων ἐκτὸς, οὐκ ἐν γνησίαις. (PG 37:471-474) |