patristica.net/athanasius
Athanasius (c.297–373)
Ελληνικά   | English   | Czech   |    
[wiki]: works: PG vol. 25-28; DCO [#] Athanasius de Canone Scripturae (367 AD) Περὶ τῶν θείων γραφῶν.
Ἀλλ' ἐπειδὴ περὶ μὲν τῶν αἱρετικῶν ἐμνήσθημεν, ὡς νεκρῶν· περὶ δὲ ἡμῶν ὡς ἐχόντων πρὸς σωτηρίαν τὰς θείας γραφάς· καὶ φοβοῦμαι μήπως, ὡς ἔγραψεν Κορινθίοις Παῦλος, ὀλίγοι τῶν ἀκεραίων ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγιότητος πλανηθῶσιν, ἀπὸ τῆς πανουργίας τινῶν ἀνθρώπων, καὶ λοιπὸν ἐντυγχάνειν ἑτέρους ἄρξωνται, τοῖς λεγομένοις ἀποκρύφοις, ἀπατώμενοι τῇ ὁμωνυμίᾳ τῶν ἀληθῶν βιβλίων· παρακαλῶ ἀνέχεσθαι εἰ περὶ ὧν ἐπίστασθε, περὶ τούτων κἀγὼ μνημονεύων γράφω, διάτε τὴν ἀνάγκην καὶ τὸ χρήσιμον τῆς ἐκκλησίας.
Μέλλων δὲ τούτων μνημονεύειν, χρήσομαι πρὸς σύστασιν τῆς ἐμαυτοῦ τόλμης τῷ τύπῳ τοῦ εὐαγγελιστοῦ Λουκᾶ· λέγων καὶ αὐτός· Ἐπειδή περιτινες ἐπεχείρησαν ἀνατάξασθαι ἑαυτοῖς τὰ λεγόμενα ἀπόκρυφα, καὶ ἐπιμῖξαι ταῦτα τῇ θεοπνεύστῳ γραφῇ, περὶ ἧς ἐπληφορήθημεν, καθὼς παρέδοσαν τοῖς πατράσιν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου· ἔδοξεν κἀμοί προτραπέντι παρὰ γνησίων ἀδελφῶν, καὶ μαθόντι ἄνωθεν ἑξῆς ἐκθέσθαι τὰ κανονιζόμενα καὶ παραδοθέντα πιστευθέντα τε θεῖα εἶναι βιβλία· ἵνα ἕκαστος· εἰ μὲν ἠπατήθη, καταγνῷ τῶν πλανησάντων· ὁ δὲ καθαρὸς διαμείνας, χαίρῃ πάλιν ὑπομιμνησκόμενος.
Ἔτι τοίνυν τῆς μὲν παλαιᾶς διαθήκης βιβλία τῷ ἀριθμῷ τὰ πάντα εἰκοσιδύο· τοσαῦτα γάρ, ὡς ἤκουσα, καὶ τὰ στοιχεῖα τὰ παρ' Ἑβραίοις εἶναι παραδέδονται. τῇ δὲ τάξει καὶ τῷ ὀνόματι ἔστιν ἕκαστον οὕτως· πρῶτον Γένεσις, εἶτα Ἔξοδος, εἶτα Λευιτικόν, καὶ μετὰ τοῦτο Ἀριθμοί, καὶ λοιπόν τὸ ∆ευτερονόμιον· ἑξῆς δὲ τούτοις ἐστὶν Ἰησοῦ ὁ τοῦ Ναυῆ, καὶ Κριταί. καὶ μετὰ τοῦτο ἡ Ρούθ. καὶ πάλιν ἑξῆς Βασιλειῶν τέσσαρα βιβλία· καὶ τούτων τὸ μὲν πρῶτον καὶ δεύτερον εἰς ἓν βιβλίον ἀριθμεῖται· τὸ δὲ τρίτον καὶ τέταρτον ὁμοίως εἰς ἕν· μετὰ δὲ ταῦτα Παραλειπόμενα α καὶ β, ὁμοίως εἰς ἓν βιβλίον ἀριθμούμενα, εἶτα Ἔσδρας α καὶ β ὁμοίως εἰς ἕν, μετὰ δὲ ταῦτα βίβλος Ψαλμῶν, καὶ ἑξῆς Παροιμίαι. εἶτα Ἐκκλησιαστής, καὶ Ἆσμα ᾀσμάτων. πρὸς τούτοις ἔστι καὶ Ἰώβ, καὶ λοιπόν Προφῆται· οἱ μὲν δώδεκα εἰς ἓν βιβλίον ἀριθμούμενοι. εἶτα Ἡσαΐας, Ἱερεμίας, καὶ σὺν αὐτῷ Βαρούχ, Θρῆνοι καὶ ἐπιστολή, καὶ μετ' αὐτὸν Ἐζεκιὴλ καὶ ∆ανιήλ. ἄχρι τούτων τὰ τῆς παλαιᾶς διαθήκης ἵσταται.
Τὰ δὲ τῆς καινῆς πάλιν οὐκ ὀκνητέον εἰπεῖν· ἔστι γὰρ ταῦτα. εὐαγγέλια τέσσαρα· κατὰ Ματθαῖον, κατὰ Μάρκον, κατὰ Λουκᾶν, κατὰ Ἰωάννην. εἶτα μετὰ ταῦτα Πράξεις ἀποστόλων, καὶ ἐπιστολαὶ καθολικαὶ καλούμεναι τῶν ἀποστόλων ἑπτά· οὕτως μὲν α. [Ἰακώβου] Πέτρου δὲ β. εἶτα Ἰωάννου γ. καὶ μετὰ ταύτας Ἰούδα α. πρὸς τούτοις Παύλου ἀποστόλου εἰσὶν ἐπιστολαὶ δεκατέσσαρες, τῇ τάξει γραφόμεναι οὕτως· πρώτη πρὸς Ρωμαίους· εἶτα πρὸς Κορινθίους δύο. καὶ μετὰ ταῦτα πρὸς Γαλάτας. καὶ ἑξῆς πρὸς Ἐφεσίους. εἶτα πρὸς Φιλιππησίους καὶ πρὸς Κολοσσαεῖς. καὶ μετὰ ταῦτας πρὸς Θεσσαλονικεῖς δύο· καὶ ἡ πρὸς Ἑβραίους· καὶ εὐθὺς πρὸς μὲν Τιμόθεον δύο· πρὸς δὲ Τίτον μία. καὶ τελευταία ἡ πρὸς Φιλήμονα. καὶ πάλιν Ἰωάννου Ἀποκάλυψις.
Ταῦτα πηγαὶ τοῦ σωτηρίου, ὥστε τὸν διψῶντα ἐμφορεῖσθαι τῶν ἐν τούτοις λογίων· ἐν τούτοις μόνοις τὸ τῆς εὐσεβείας διδασκαλεῖον εὐαγγελίζεται. μηδεὶς τούτοις ἐπιβαλλέτω, μη δὲ τούτων ἀφαιρείσθω τι. περὶ δὲ τούτων ὁ κύριος Σαδδουκαίους μὲν ἐδυσώπει, λέγων· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς. τοῖς δὲ Ἰουδαίοις παρῄνει· ερευνᾶτε τὰς γραφάς· ὅτι αὐταί εἰσι αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.
Ἀλλ' ἕνεκά γε πλείονος ἀκριβείας προστίθημι καὶ τοῦτο γράφων ἀναγκαίως· ὡς ὅτι ἔστιν καὶ ἕτερα βιβλία τούτων ἔξωθεν· οὐ κανονιζόμενα μέν τετυπωμένα δὲ παρὰ τῶν πατέρων ἀναγινώσκεσθαι τοῖς ἄρτι προσερχομένοις καὶ βουλομένοις κατηχεῖσθαι τὸν τῆς εὐσεβείας λόγον· Σοφία Σολομῶντος, καὶ Σοφία Σιρὰχ, καὶ Ἑσθὴρ, καὶ Ἰουδὶθ, καὶ Τωβίας, καὶ ∆ιδαχὴ καλουμένη τῶν ἀποστόλων, καὶ ὁ Ποιμήν. Καὶ ὅμως ἀγαπητοί, κἀκείνων κανονιζομένων καὶ τούτων ἀναγινωσκομένων οὐδαμοῦ τῶν ἀποκρύφων μνήμη· ἀλλὰ αἱρετικῶν ἐστιν ἐπίνοια, γραφόντων μὲν ὅτε θέλουσιν αὐτά· χαριζομένων δὲ καὶ προστιθέντων αὐτοῖς χρόνους· ἵνα ὡς παλαιὰ προφέροντες, πρόφασιν ἔχωσιν ἀπατᾶν ἐκ τούτου τοὺς ἀκεραίους.
Johannes Kirchhofer, Quellensammlung zur Geschichte des Neutestamentlichen Kanons bis auf Hieronymus (Zürich: Meyer and Zeller, 1844), pp. 7-9. (in www.bible-researcher.com)